Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ δ’ αἶνος οὗτος: ἴσθι μέντοι τοῦτο ὅτι ὁ ἔπαινος τῆς σωφροσύνης ὁ παρ’ ἐμοῦ λεγόμενος, εἰ καὶ καλλίων ἐστὶ τῶν ταύτης λόγων, ἀλλ’ οὖν γε δυστυχέστερος αὐτῶν, καθὸ θάνατόν σοι προξενεῖ. διὰ τοῦτο εἰκότως ⟨ἂν⟩ εἴη σοι λυπηρὸς ἀκούειν, εἰς ἀπώλειάν σε προτρεπόμενος. ἀλγίονα δὲ ἔφη τὸν ἔπαινον ὡς ἂν μηδὲ ἐπαίνου φύσιν εἰληχότα. οἱ γὰρ ἔπαινοι ἥδουσι τοὺς ἐπαινουμένους: — NAB

τοῦτ’ ἔσθ’ ὃ θνητῶν: μάλιστα τὰς πολιτείας τοῦτο ἀπόλλυσι, τὸ τὰ κεχαρισμένα τῷ δήμῳ λέγειν πρὸς τὴν ἰδίαν σύστασιν. ὅταν γὰρ ἁμαρτάνοντί τινι μὴ πρὸς σωτηρίαν, ἀλλὰ πρὸς αὔξησιν τῆς ἁμαρτίας συμβουλεύῃ τις, οὗτος διὰ τῶν ἡδέων λόγων ἀπόλλυσι τὸν

ἁμαρτάνοντα. οἱ ἡδεῖς γὰρ λόγοι καὶ πλανητικοὶ ἀπολλύουσι τὰς καλῶς οἰκουμένας πόλεις καὶ τοὺς οἴκους: — NAB