Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἡ δ’ εὐκλεὴς μέν: Μίνωος γάρ ἐστι θυγάτηρ. Θησέως δὲ γυνή. ἢ ὅτι ἐρῶσα καρτερεῖ. διὰ τὸ Θησέως μὲν εἶναι γυνὴ. Μίνωος δὲ θυγάτηρ. εὐκλεής ἐστι. τὸ δὲ ἀπόλλυται ἀντὶ τοῦ· ἀπολεῖται καίπερ οὖσα εὐκλεής. τὸ δὲ αἴτιον ὅτι πάσαις ταῖς ἀφ’ Ἡλίου γενομέναις ἐμήνιεν Ἀφροδίτη. διὰ τὴν μηνυθεῖσαν ὑφ’ Ἡλίου μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου. ἀλλὰ καὶ τοῦ * * Μίνωος ἐρασθῆναί φασιν. ὡς ἱστορεῖ Σωσικράτης [frg. 8]. εἰκότως δὲ ἡ Ἀφροδίτη τὴν παρ’ ἀμφοῖν εἰσπράττεται τιμωρίαν. παρὰ μὲν Φαίδρας. ὅτι ἀφ’ Ἰλίου· παρ’ Ἱππολύτου δὲ, ὅτι οὐκ εἶχε τὰ περὶ αὐτὴν ἐν τιμῇ, ἀπαξιῶν τὴν πρὸς τὰς γυναῖκας ὁμιλίαν: — MNAB