Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδὲ στέγην γάρ: οὐδὲ στέγην γὰρ ὑφ’ ἧς οἱ δόμοι κατηρεφεῖς γίνονται, καλῶς ἀκριβώσειαν, ἀντὶ τοῦ· ⟨οὐδ’ ἂν⟩ τέκτονες τὸ μέτρον τοῦ διαστήματος τῶν δοκῶν φυλάξειαν ὡς μήτε ἐκείνην πολὺ ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν. εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ κανόνας εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην συμφορὰν ἀπταίστως βούλει παραδραμεῖν: — NAB

εἰς δὲ τὴν τύχην: εἰς δὲ πέλαγος ἄδηλον τῆς τύχης εἰσπεσοῦσα πῶς δοκεῖς ἐκκολυμβῆσαι; οἰκειότατα δὲ τῇ λέξει κέχρηται

ὡς ἐπὶ πελάγους καὶ χειμῶνος. ἀκολούθως δὲ καὶ τῷ πεσοῦσα πρὸς τὴν μεταφορὰν ἐχρήσατο: — NAB