Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μόνον δὲ τοῦτό φασ’: ὁ βίος ἥδεται τοῖς πονηροῖς· ὡς Μένανδρος [frg. 223] πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων· δεύτερα ὁ συκοφάντης. ὁ κακοήθης τρίτα λέγει. παλαίει οὗν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὃς ἂν βούληται δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς τὴν κοινὴν πολιτείαν. ἢ ἐπειδὴ οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος ἀκούωσι, ζητοῦσιν αὐτὸν παντὶ τρόπῳ ὑποσκελίσαι. παλαίει οὖν τοῖς φαύλοις ὁ ἀγαθός: — NAB

ἄλλως: μόνον τοῦτο νικᾷ, φησὶ, τὸν βίον καὶ οὐκ ἀποκαλύπτεται ὑπ’ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον λάμπει. τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον κάτοπτρον. ὥστε δεῖ με μὴ τοῦ παρόντος μόνον ἀντιποιήσασθαι. ἀλλὰ καὶ τοῦ μετὰ ταῦτα: — NAB

ἄλλως: μόνον δὲ τοῦτο: τὸ κεκτῆσθαι διάνοιαν ἀγαθὴν, ὡς εἰ ἔλεγεν ὅτι ἀθάνατόν τέ ἐστι καὶ εἰς ὅλον τὸν βίον μνημονεύεται. δεῖ με οὖν μὴ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι, εἰδυῖαν ὅτι, ὥσπερ τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, τοσοῦτον τοὺς πονηροὺς ἐλέγχει

ὁ χρόνος. κατόπτρῳ δὲ παρείκασεν τὰ ἐν τῷ προϊόντι χρόνῳ φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων, καθὸ παρελθόντων τῶν ἔργων αὐτῶν ὥσπερ ἐν κατόπτρῳ τεκμήρια καὶ σκιὰς τῶν παλαιῶν [αὐτῶν] ὁρῶμεν ἁμαρτημάτων: — NAB

παλαίειν ἀνταγωνίζεσθαι: — M