Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰ χρήστ’ ἐπιστάμεσθα: δεῖξαι βούλεται τοῦτο ὅτι οὐκ ἀγνοίᾳ τοῦ καλοῦ τὸ κακὸν πράττομεν. ἅτινα μὲν οὖν χρηστὰ καὶ χρήσιμα τῷ βίῳ καθέστηκεν ἴσμεν, ἐκπονεῖν δὲ αὐτὰ οὐ θέλομεν διαφόροις ἡδοναῖς ἡττώμενοι. οἱ μὲν ἀπό τινος ἀργίας καὶ ὄκνου τοῦ ἐκ

πονεῖν τὰ καλὰ, τὰ κακὰ μετέρχονται. ὅσῳ γὰρ δυσάλωτός ἐστιν ἡ ἀρετὴ. τοσούτῳ ἡ κακία εὐάλωτος. καὶ Ἡσίοδος [opp. 287. 289]· τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἐστὶν ἑλέσθαι, τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν: — NAB