Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐκοῦν λέγουσα: σεβασμιωτέρα ἐμοὶ φανῇ τὰ ἀπόρρητα μοι θαρροῦσα. ἢ σοφωτέρα, ὡς φίλοις θαρροῦσα τὴν συμφορὰν καὶ μὴ κρυπτῷ πάθει πολιορκουμένη. κατὰ γὰρ Μένανδρον σοφῶν ἀνδρῶν ἐστι τὸ τοῖς φίλοις λέγειν τὰ ἀναγκαῖα, ἐν οἷς φησι [frg. 925] λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοις καὶ τὰ ἑξῆς: — NAB

δῶρον οὐ δίδως ὃ χρῆν: ὃ ζητῶ, οὐ δίδως μοι. λέγει δὲ τοῦτο, ἐπεὶ οὐκ ἀνέχεται ὁμολογῆσαι αὐτῇ τί ἔχει: — M

ὀκνῶ τὴν σὴν ἱκεσίαν καὶ τὴν ἐκ ταύτης ὀργήν: — MBi