Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔσθ’ ὅτε ἠθικῶς ὀμνύομεν κατὰ τῶν ἐχθρῶν, οὐ σεμνύναι αὐτοὺς βουλόμενοι. ἀλλ’ εἰρωνευόμενοι. ἢ πρὸς πλείονα ἐρεθισμὸν κατ’ ἐκείνης ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν εἰρωνευόμενοι κατὰ τῶν ἐχθρῶν ὀμνύναι· ὡς καὶ Σοφοκλῆς ἐν Μυκηναίαις [frg. 136]· μὰ τὴν ἐκείνου

δειλίαν, ᾗ βόσκεται, θῆλυς μὲν αὐτὸς, ἄρσενας δ’ ἐχθροὺς ἔχων: — MNAB

τὴν Ἀντιόπην λέγει: — MgAg