Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

βιότου δ’ ἀτρεκεῖς: τὸ δὲ τῶν κατὰ τὸν βίον τι πραγμάτων ἀκριβῶς καὶ πρὸς ἀκρίβειαν ἐπιτηδεύειν οὐκ ἀσφαλές. ἀντὶ τοῦ· εἰ ἐπιτηδεύεται πρᾶγμα ὁτιοῦν ὑπεράγαν, πάντως ἐπιλήψιμόν τι ἐν

αὐτῷ εὑρίσκεται. ἐπιτηδεύσεις δέ φησιν τὰς τῇ ὑπερβολῇ τῆς συνηθείας ἀνενδεεῖς. καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας τῆς ἀληθείας μελέτας [ἐπιτηδεύσεις] φασὶν οἱ σοφοὶ μὴ μόνον σφάλλειν, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐμποδίζειν: — MNAB

ἀτρεκεῖς ἐπιτηδεύσεις: ἀντὶ τοῦ· λίαν βλαβερὰς εἶναι. ὡς εἴ τις ἐπιμελείᾳ καὶ διηνεκεῖ ἀσκήσει χρῷτο λόγων ὡς κατὰ μηδὲν ὑπείκειν, οὗτος εἰς ἄλογόν τι ἐκπίπτει ἐν τῷ λόγῳ καὶ εἴς τι μανιῶδες· ἀλλὰ καὶ τῷ σώματι [καὶ τὸ σῶμα] εἰς νόσον κατακλίνεσθαι φέρει τὸ ἀεὶ τῆς ἀσκήσεως χάριν τὰ αὐτὰ ποιεῖν: — NAB

ἄλλως: φασὶ δὲ τὸ πᾶν ἐν τῷ βίῳ πρᾶγμα ἀληθῶς καὶ ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ καθυποκρίνασθαι: — NA

ἀτρεκεῖς: ἀνενδεεῖς τελείας. ἐχρῆν γὰρ, φησὶ, τοὺς ἀνθρώπους συμμέτρως ἀλλήλους φιλεῖν καὶ μὴ ἄγαν, ὥστε καὶ ⟨τὸ⟩ σῶμα κατατήκειν καὶ μὴ δύνασθαι διαλῦσαι τὴν φιλίαν: — NB