Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δέσποινα: Λίμνη γυμνάσιον ἐν Τροιζῆνι, ὡς καὶ ἑξῆς [1133]

φησὶ τὸν ἀμφὶ Λίμνης τροχόν. ὁ δὲ νοῦς· ὦ δέσποινα τῆς ἰσοπέδου Λίμνης καὶ τῶν ἐν αὐτῇ γυμνασίων τῶν ἱπποκρότων. ἐπεύχεται δὲ λοιπὸν τῇ οἰκείᾳ θεῷ τῶν κυνηγεσίων, ὥστε τοῖς τοῦ ἐρωμένου ἐπιτηδεύμασι χρήσασθαι πρὸς τὸ αὐτῷ συναναστρέφεσθαι καὶ συνδιαιτᾶσθαι. τῆς δὲ θαλάττης φησὶν αὐτὴν δεσπόζειν, ὡς καὶ Ἡσίοδος [Theog. 413]· μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης. ἢ ἐπεὶ Λιμνᾶτις ἡ Ἄρτεμις τιμᾶται: — MNAB