Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλ’ ὅτι τοῦ ζῆν φίλτερον ἄλλο: ὁ νοῦς· ἐγὼ, φησὶ,

προκρίνω μᾶλλον τὰ καθ’ Ἅιδου· καὶ πᾶς ἄνθρωπος ἔκρινεν ἂν οὕτως. εἰ κἀκεῖνα ὁρῶν συνέκρινε τοῖς ἐνθάδε. νυνὶ δὲ, ἐπεὶ τόδε μὲν τῷ ἰδίῳ φωτὶ θέλγει τὴν θέαν, ἐκεῖνο δὲ κεκαλυμμένον ταῖς μυθοποιϊαις φοβερὸν εἷναι μυθεύεται, τούτου χάριν δυσέρωτες ἐσμὲν αὐτοῦ καὶ σφοδρῶς ἐρῶντες τούτου, ὅπερ ἐστὶν ἄρα τοῦτο τὸ λαμπρόν. τοῦτο δέ φησι, παρόσον διάφορος δόξα κρατεῖ παρὰ φιλοσόφοις περὶ τῆς τοῦ ἡλίου δυνάμεως. οἱ μὲν γὰρ ἐδόξασαν σῶμα εἶναι τὴν φωτιστικὴν αὐτοῦ δύναμιν, ὧν ἐστι καὶ Ἀριστοτέλης, διὰ τὰς γινομένας ἀντανακλάσεις τῶν ἀκτίνων. τὰ γὰρ ἀσώματα ἀνεμποδίστως προϊόντα ἀνακλᾶσθαι οὐ πέφυκεν· ἔτι δὲ καὶ ἐν κατεσκεπασμένοις οἴκοις μὴ εἰσδῦνον τὸ φῶς δεικνύει ὅτι οὐκ ἔστιν ἀσώματον. οἱ δὲ ἀσώματον αὐτὸ φάσκοντες ἐκ τῶν χρονικῶν ἐλλάμψεων τῶν γινομένων ἐξ ἡλίου πιθανῶς κατασκευάζουσιν: — MNAB