Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ᾖξέ ποτε νηδύος: δι’ ἐμῆς γαστρὸς ὥρμησέ ποτε ἡ αὔρα αὕτη καὶ τὸ πνεῦμα τῶν ὠδίνων καὶ τὴν λοχείαν Ἄρτεμιν ἐκάλουν, ἣ δὴ ἀεί μοι ἐπὶ τῶν τόκων ζηλωτὸς σὺν τοῖς ἄλλοις θεοῖς ἐπέρχεται: — NA

† ᾖξέν ποτε νηδύος: τὸ πνεῦμα, φησὶ, τῶν ὠδίνων καὶ ἡ αὔρα αὕτη ὥρμησέν ποτε διὰ τῆς ἐμῆς γαστρός. τουτέστι· καὶ αὐτή ποτε ὠδίνων πεῖραν ἔσχον καὶ ἔπαθον τοῦτο. ἐγενόμην, φησὶ, κὰγώ ποτε ἐν ἀμηχανίᾳ: — B