Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σὺ γὰρ ἔνθεος, ὧ κούρα: ἀπέτεινε λοιπὸν τὸν λόγον πρὸς τὴν Φαίδραν, τῆς νόσου αὐτῆς τὴν πρόφασιν ἐπιζητοῦσα καὶ τοῖς [τῆς] μανίας αἰτίοις προσθεμένη δαίμοσι. δοκεῖ γὰρ καὶ μαίνεσθαι ἐνίοτε τῇ ὑπερβολῇ τοῦ ἔρωτος, μὴ καθεστάναι δοκοῦντα ῥήματα φθεγγομένη, οἵανπερ αὐτὴν εἰσάγει καὶ κυνηγεσίων ἐρῶσαν καὶ δι’ αἰνιγμάτων τὰ τοῦ ἔρωτος φράζειν δοκοῦσαν [μαίνεσθαι]: — MNAB

† ἄλλως: ἐμμανής, ἐν σεαυτῇ μανιῶδές τι ἔχουσα. τὸ δὲ ἑξῆς· ἔνθεος φοιτᾷς, ὥστε εἶναι τὸ ἑξῆς τῆς διανοίας οὕτως· σύ γὰρ, ὧ κόρη Φαίδρα, ἔνθεος καὶ ἐμμανὴς φοιτᾷς καὶ ἐνθουσιᾷς, ἔκ τινος θεῶν τοῦτο παθοῦσα. καὶ ἀπορούσῃ εἰπέ μοι· ἐκ Πανὸς σὺ ἐμάνης εἴτε ἐκ τῆς Ἥρᾶς ἢ Κορυβάντων τοῦτο νοσεῖς; λέγειν οὐκ ἔχω· καὶ εἴ τι τούτων ἁμαρτήσασα. τὴν ὀρείαν καὶ μανίας αἰτίαν: — B

γράφεται φοιτᾷς. ὧ νέα Φαίδρα. τὸ δὲ ἔνθεος ἐμμανής. σὺ γὰρ ἔνθεος φοιτᾷς· πόθεν δέ, λέγειν οὐκ ἂν δυναίμην. ὁ εἰ ἀντὶ τοῦ ἢ καὶ ὁ τε παρέλκει. τὸ δὲ φοιτᾳς ἀντὶ τοῦ μαίνῃ, ἐπιθειάζῃ, κατέχῃ· ἀντὶ γὰρ τοῦ ὧ κούρα τινὲς τὸ φοιτᾷς γράφουσιν: — MN