Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἤδη κειμένη: τὸ ἤδη πρὸς τὸ ἔρημον: — NBi

† Σαρωνικόν: Σαρωνικὸς κόλπος ἐστὶ πρὸς τῇ Κορίνθῳ ἱερὸς Ἀρτέμιδος, ἐν ᾧ φασὶ τὴν Σκύλλαν ὑπὸ Μίνωος ἑλκυσθῆναι. ὄνομα οὖν ἐστι πελάγους, ὀνομασθὲν ἀπό τινος Σάρωνος κυνηγοῦ· οὗτος διώκων ἔλαφον εἰς τὸ πέλαγος κατέπεσεν καὶ ἐκεῖ ἐπνίγη. ἄλλοι δέ φασιν ὅτι ἐκ τῆς Σκύλλης τῆς θυγατρὸς τοῦ Νίσου τοῦ ἀδελφοῦ τοῦ Αἰγέως καὶ Πάλλαντος. οὗτος γὰρ ᾤκησεν εἰς Μέγαρα, ἐάσας τοὺς ἀδελφοὺς μαχομένους περὶ τῆς βασιλείας. καὶ ἦν εἱμαρτὸν μὴ παραληφθῆναι τὸν τόπον ἐν ᾧ ἦν ὁ Νῖσος, ἕως εἶχε τὸν χρυσοῦν πλόκαμον ἐν τῇ κεφαλῇ αὐτοῦ. ὁ οὖν Μίνως στρατοπεδεύσας κατ’ αὐτοῦ οὐκ ἠδυνήθη παραλαβεῖν [ἕως οὗ εἶχε τὸν χρυσοῦν πλόκαμον]. ἡ δὲ θυγάτηρ αὐτοῦ Σκύλλα θεωρήσασα τὸν Μίνωα ἐφίλησεν αὐτὸν καὶ συνετάξατο αὐτῷ προδοῦναι τὴν

πόλιν, εἰ λάβοι αὐτὴν γυναῖκα. ὁ δὲ συνέθετο· καὶ παραγενομένη τέμνει τοῦ τεκόντος τὸν πλόκαμον καὶ τὴν πόλιν προὔδωκε. καὶ μετὰ τὸ παραλαβεῖν τὴν πόλιν ἔλαβεν αὐτὴν ἐπάνω τοῦ πλοίου καὶ ἔδησεν αὐτὴν εἰς τὸ πηδάλιον καὶ ἐν τῇ θαλάσσῃ καθῆκεν καὶ ἔμεινε συρομένη ἐν αὐτῇ καὶ διὰ τοῦτο ἐκλήθη Σαρωνικὸν τὸ πέλαγος. ἐκπεσοῦσα δὲ ἐν τῇ θαλάσσῃ καὶ θηρίον γενομένη τὴν οἰκείαν φύσιν μετέβαλεν οὐδαμῶς: — NAB