Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλοισιν ἄλλος: ὃ λέγει, τοιοῦτόν ἐστιν· οὐ πάντες τοὺς αὐτοὺς θεοὺς σέβομεν οὐδὲ τοὺς αὐτοὺς ἀνθρώπους ἀγαπῶμεν, ἀλλ’ οἱ μὲν τόνδε, ἄλλοι δὲ τόνδε. ὁμοίως δὲ κἀγὼ τὴν Ἄρτεμιν σέβω. ἄλλος δὲ τὴν Ἀφροδίτην: — MNAB

διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος ἀνθρώπων ἐν φροντίδι ἐστίν. καὶ Ὅμηρος [Β 400]· ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων: — MNA