Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἡμεῖς δ’ ἔχοντες: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιήσαμεν. τὸ δὲ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες: — NAB

ἀρκοῦσαν εἶπας: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ φονεῦσαί σε τὴν Φαίδραν: — NAB

γόης: ἀπατεών, φαρμάκων ἔμπειρος: — NB

εὐοργησίᾳ: πρᾳότητι, ἀνεξικακίᾳ, βαθύτητι. οὕτως Ἀττικῶς. τινὲς δὲ εὐηθείᾳ: — NAB

καὶ σοῦ γε κάρτα: θαυμάζω σε, ὦ πάτερ, εἰ ταῦτα καρτερεῖς. εἰ γὰρ ἐγὼ πατήρ σου ἤμην, οὐδαμῶς ⟨ἂν⟩ ἐφυγάδευόν σε, ἀλλ’ ἐφόνευον, εἰ ὑπελάμβανον διαφθείραντά μου τὴν γυναῖκα: — NAB