Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

εἰ μὲν γὰρ ἦν μοι μάρτυς: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν καὶ τὰ αὐτά μοι ἔλεγε καὶ ἐμαρτύρει (τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμι ἐγώ) καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς: — NAB

ἄλλως: εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγώ, ὅ ἐστιν· εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις: — NAB

μηδ’ ἂν θελῆσαι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν μέ ποτε τοῦ μιᾶναι τὴν σὴν κοίτην, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν: — NAB

ἦ τἄρ’ ὀλοίμην: διαζευκτικὸς ὁ ἤ· ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι: — NB

εἰ δ’ ἥδη δειμαίνουσ’: εἰ δὲ ἑαυτὴν φοβουμένη ἐφόνευσεν ἵνα μὴ κακὴν δόξαν λάβῃ διὰ τὸ ἐρασθῆναι τοῦ υἱοῦ τοῦ ἀνδρὸς αὐτῆς, οὐκ οἶδα: — NAB