Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καὶ Λῆμνον ἄρδην: Δίδυμος οὕτως· Πελασγοὶ ἐπιθέμενοί ποτε ταῖς Ἀθήναις πολλὰ τῶν ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἷς καὶ παλλακίσι χρησάμενοι ἔσχον παῖδας, οὕς αἱ μητέρες τήν τε πατρῴαν γλῶσσαν καὶ τὰ ἔθη ἐδίδαξαν. οἱ δὲ συνήρχοντό τε ἀλλήλοις καὶ εἴ τις τύπτοι τινὰ αὐτῶν, ἐβοήθουν ἅπαντες. καὶ τέλος ἄρχοντα ἴδιον ποιήσαντες παρώξυναν τοὺς Πελασγοὺς οὕτως ὥστε ἐκείνους ἀνελεῖν τε τοὺς παῖδας ἅπαντας καὶ Ἀττικὰς πάσας γυναῖκας. καὶ μετὰ ταῦτα καὶ αἱ Λήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. δι’ ἀμφότερα οὖν ταῦτα ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: — MB

καὶ ἄλλως: Πελασγοὶ ταῖς Ἀθήναις ἐπιθέμενοι ἥρπασαν ἄλλα τε ⟨καὶ γύ⟩ναια, ἃ εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τοὺς παῖδας τὴν πάτριον φωνήν τε καὶ τὰ ἔθη ἐπαίδευσαν. οἱ δὲ ἡβή⟨σαντες⟩ φίλοι τε ἀλλήλοις ἦσαν καὶ ἠμύναν⟨το⟩ τοὺς ἀδικοῦντας, τέλος δὲ καὶ ἄρχοντα αὑτοῖς ⟨ἐπέ⟩στη⟨σαν⟩, ἐφ’ οἷς ἀγανακτήσαντες οἱ πατέρες ⟨αὐτούς⟩ τε καὶ τὰς μητέρας ἀνεῖλον. μετὰ δὲ ταῦτα αἱ Λημνιάδες τοὺς σὺν Θόαντι ἀνεῖλον. δι’ ἄμφω οὖν ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: — M

παντελῶς: — Mg