Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τί δ’· οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα: Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ἦσαν ἀπὸ Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς. τούτων ὁ μὲν Αἴγυπτος ἔσχε ̄ν παῖδας ἄρρενας, ὁ δὲ Δἄναος εἶχε καὶ αὐτὸς ̄ν θυγατέρας. οὗτος φθονῶν τῷ ἀδελφῷ Αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν καὶ φοβηθεὶς ὅπως μὴ ὑπ’ αὐτῶν ἐκβληθῇ ἐκ τῆς βασιλείας, [ἀνδρωθέντων τῶν υἱῶν αὐτοῦ] ἐδίωξεν αὐτὸν εἰς τὴν Αἴγυπτον ἅμα τοῖς παισὶν, ὅθεν καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Αἴγυπτος ἐκλήθη. χρόνου δέ τινος διαγενομένου καὶ τῶν παίδων ἀνδρωθέντων θαρρῶν τῇ τούτων δυνάμει παρεγένετο εἰς τὸ Ἄργος. ὁ δὲ Δαναὸς φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν ἑαυτοῦ ποιούμενος καὶ τῆς βασιλείας ἐπιβουλήν κατὰ τῶν Αἰγύπτου υἱῶν ταύτην ἐσκέψατο. συνέθετο γὰρ τῷ Αἰγύπτῳ συνάψαι πρὸς γάμον τὰς ἑαυτοῦ θυγατέρας τοῖς υἱοῖς αὐτοῦ. ἑτοίμως δὲ τοῦτο κατεπαγγειλαμένου τοῦ Αἰγύπτου συνεβούλευσε ταῖς θυγατράσιν ὁ Δαναὸς ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν ἄνδρας πρὸ τῆς μίξεως τῆς πρὸς αὐτὰς θάνατον ἐπαπειλήσας ταῖς μὴ

τοῦτο ποιούσαις. αἱ μὲν οὖν πᾶσαι ἔχουσαι τὰ τοῦ πατρὸς προστάγματα ἀνεῖλον τοὺς ἄνδρας, μία δὲ μόνη τούτων ἡ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, ἀπὸ τῆς μίξεως διάθεσιν ἐσχηκυῖα πρὸς αὐτόν. οὗτος δὲ σωθεὶς ἐξεδίκησε τοὺς ἀδελφούς. ἐφόνευσε γὰρ τὰς θυγατέρας τοῦ Δαναοῦ, ἅμα καὶ αὐτόν, καὶ τῆς τούτου βασιλείας ἐκράτησε τοῦ Ἄργους ἅμα τῇ Ὑπερμνήστρᾳ. καὶ γίνεται ἐκ τούτων Ἄβας· ἐξ Ἄβαντος Προῖτος καὶ Ἀκρίσιος· ἐξ Ἀκρισίου Δανάη· ἐκ Δανάης Περσεύς· ἐκ Περσέως Ἀλκαῖος, Ἠλεκτρύων, καὶ Σθένελος· ὧν ὁ μὲν Ἀλκαῖος Ἀμφιτρύωνα ἔσχε παῖδα, ὁ δὲ Ἠλεκτρύων τὴν Ἀλκμήνην. ἐξ Ἀλκμήνης Ἡρακλῆς καὶ Ἰφικλῆς, ἐξ οὗ Ἰόλαος: — MB