Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λείπει τὸ τὶ, ἵνα ᾖ· ἔστι γάρ τι καθ’ ὃ τετάραγμαι· ποῖον τοῦτο. τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός: — MiB

ἄλλως: ἔμελλεν εἰπεῖν ὅτι ἐστὶ φίλος τοῖς Ἕλλησιν· εἶτα μεταλογιζόμενός φησι· ταραγμὸς ἐμπέπτωκέ μοι, ἀντὶ τοῦ τετάραγμαι, ἐννοήσας ὅτι φίλος ἐστὶ τῷ στρατεύματι ὁ Πολυμήστωρ: — MiB

ὅπου: — Mg