Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πρὸς ἑαυτὴν ἀποστραφεῖσα λέγει. δῆλον δὲ ἐξ ὧν ὁ Ἀγαμέμνων πρὸς αὐτὴν λέγει· τί μοι προσώπῳ νῶτον. τὸ δὲ δύστηνε ὁ Δίδυμός φησι πρὸς τὸν Πολύδωρον λέγειν καὶ ⟨πρὸς ἑαυτὴν⟩ τὴν Ἑκάβην· ὦ δύστηνε Πολύδωρε, ἐμαυτὴν γὰρ λέγω δύστηνον ἀποκαλοῦσά σε, τί δράσω· πότερον ἱκετεύσω Ἀγαμέμνονα ἢ σιωπήσω: — MB

ἐγκύψασα δὲ διαλέγεται πρὸς τὸν νεκρὸν Πολύδωρον καὶ πρὸς αὑτήν: — Mi