Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔδει μοι ἄρα, ὡς ἔοικε, συμφορὰν γενέσθαι: — MiABBi

εἱμαρμένον μοι ⟨ἦν⟩: — Mg

αὕτη μοι ἀρχὴ συμφορᾶς, ὅτε ἐναυπηγήσατο ὁ Ἀλέξανδρος ὡς ἄξων τὴν Ἑλένην: — MiAB

† ἄλλως: ἐμοὶ χρῆν συμφοράν, ἐμοὶ χρῆν πημονὰν γενέσθαι: ὁ χορὸς ἑαυτὸν ἀνακλαίεται καί φησιν· ἐμοὶ ἀπέκειτο συμφορὰν καὶ πημονὴν γενέσθαι ἀπ’ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἧς ὁ Ἀλέξανδρος ἔτεμε τὴν ἀπὸ τῆς Ἲδης τοῦ ὄρους ὕλην τὴν εἰλατίνην· ἐλάτη δὲ εἶδός ἐστι δένδρου· ναυστολήσων εἰς τὴν θάλασσαν διὰ τὰ λέκτρα τῆς Ἑλένης, ἤγουν διὰ τὴν κοίτην τῆς Ἑλένης, εἰς ἣν ὁ ἧλιος λάμπει, πόνοι δὲ μείζονες ἐπέρχονται καὶ κοινὸν ⟨κακὸν⟩ τῇ Σιμουντίδι γῇ ἐπεισῆλθεν ἐξ ἰδίας ἀνοίας, ἤγουν ἐκ τῆς τοῦ Ἀλεξάνδρου· ἴδιον γὰρ τὸ χωρίς. ἡ δὲ σύνταξις οὕτως· ἐμοὶ χρῆν συμφορὰν, ἐμοὶ χρῆν πημονὴν γενέσθαι πρῶτον ὅτε ὁ Ἀλέξανδρος ἔτεμε τὴν Ἰδαίαν ὕλην μέλλων ναυστολῆσαι ἐπὶ κῦμα θαλάσσης ἐπὶ τὰ τῆς Ἑλένης λέκτρα, ἣν αὐγάζει ὁ χρυσοφαὴς ἥλιος, ἀντὶ τοῦ εἰς ἣν λάμπει ὁ ἥλιος: — A