Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† τόδ’ οὐκ ἐᾷ με: δηλονότι τὸ σὸν κακὸν, ὅταν ἐνθυμηθῶ πολλῶν ὄντων τῶν εἰς ἐμὲ κακῶν γεγενημένων ἢ γινομένων, οὐκ ἀφίησι καὶ ἐᾷ καὶ καταλιμπάνει, ἐφέλκει δὲ ἄλλη τις λύπη ἐκεῖθεν διάδοχος ὑπάρχουσα, ἡ λύπη, πάντων τῶν κακῶν τοῖς κακοῖς. καὶ νῦν τὸ μὲν σὸν πάθος ὥστε μὴ θρηνεῖν οὐδ’ ἐᾷ με: — A

† ἄλλως: τὸ γὰρ κακὸν διάδοχον τῶν κακῶν εἰσαγωγή ἐστι· προστέθειται γοῦν τὸ κακοῖς, ἳνα ἡ διαδοχὴ τῶν κακῶν ἑτέρων κακῶν φανῆται ὁδοποιός: — A

ἐφέλκεται: — Mi

οἶδε καὶ τὸ κακὸν διὰ τὸν τοῦ καλοῦ κανόνα. ὁ γὰρ ἐθισθεὶς τοῖς καλοῖς, ὅταν τι κακὸν πράξῃ, γινώσκει τοῦτο ὡς ἀπὸ τοῦ κακοῦ, διδασκάλῳ τῇ πείρᾳ χρώμενος. οἷον· τρῶγέ τι γλυκὺ καὶ παρευθὺ γεῦσαι καὶ πικροῦ· καὶ νοεῖς τὸ πικρὸν εἰθισμένος ὢν τῷ γλυκεῖ. τρώγων δέ τις πάντοτε πικρὸν μὴ γευσάμενος γλυκέος, οὐκ οἶδε τὸ πικρὸν ὡς πικρόν ἐστι τῇ ἀπειρίᾳ τοῦ γλυκέος: — A