Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντισηκώσας δέ σε: φθείρει δέ σε τις θεῶν ἀντιφορτώσας ἤδη πρὸς τὴν προτέραν εὐπραξίαν, ὅ ἐστιν· ἰσόρροπα τοῖς καλοῖς τὰ κακὰ ἔχεις: — M

ὅσον ποτὲ καλῶς εὐτύχεις, τοσοῦτόν σοι βάρος τῆς εὐτυχίας ἀντίρροπον θεῶν τις παρέσχεν: — MA

† ἤγουν· ὅσον εὐτύχεις πρὶν καὶ εὐδαιμόνεις, τοσοῦτον νῦν δυστυ

χεῖς. ἀντὶ τῶν καλῶν ὧν εὐμοίρεις, ἔδωκέ σοί τις τῶν θεῶν πλήθη τοσούτων κακῶν: — A