Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰς ἀρτηρίας. τὰς φλέβας. διαφέρει δὲ ἀρτηρία φλεβὸς ταύτῃ, τῷ τὴν ἀρτηρίαν μὲν ὀλίγον ἔχειν αἷμα, πνεῦμα δὲ πολύ, τὴν δὲ φλέβα τὸ ἐναντίον τὸ μὲν αἷμα πολὺ, τὸ δὲ πνεῦμα ὀλίγον ὡς πρὸς σύγκρισιν τοῦ ἐν τῇ ἀρτηρίᾳ: — MAB

† καὶ ἡ μὲν ἀρτηρία ὑποκάτω κεῖται τῆς φλεβὸς, ἡ δὲ φλὲψ ἐπάνω τῆς ἀρτηρίας. εἰπὼν δὲ ὅτι τέμνει πνεύματος διαρροάς ἔδειξεν ὅτι αἱ φλέβες καὶ αἱ ἀρτηρίαι ἐτμήθησαν: — A

τὰς ἀρτηρίας, τὰς διεξόδους: — Mg