Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

φροῦδος κατὰ τὸ ἔτυμον λέγεται ὁ προαπεληλυθὼς τῆς ὁδοῦ [καὶ προαπελθών]: — MiA

† φροῦδοι: ἀνωφελεῖς, ἀφανεῖς, εἰς μάτην ἐκτοξευθέντες. οὐ γὰρ ἔκαμψαν τὸν τοῦ Ὀδυσσέως θυμὸν ἢ τῶν Ἑλλήνων, ἀλλὰ τὸ ψηφισθὲν αὐτοῖς ἔτι μένει: — A

ἢ μήτηρ ἔχεις: ἀντὶ τοῦ ἤπερ, οἶον· σὺ δὲ εἰ μᾶλλον τῆς μητρὸς δύναμιν ἔχεις: — MA

συναλοιφή· ἡ μήτηρ ἀντὶ τοῦ ἤπερ ἡ μήτηρ. σὺ δὲ εἰ [μᾶλλον] ἔχεις μείζονά τινα δύναμιν, σπούδαζε: — MA