Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἃ δ’ εἶπον: ταῦτα εἶπον· ἐάν τις ἀριστεύσας μηδὲν πλέον τῶν δειλῶν ἀπενέγκηται, οἱ λοιποὶ ἀριστεῖς κινδύνου καταλαμβάνοντος τὴν πόλιν οὐκ ἂν ἕλοιντο ὑπερμαχεῖν τῆς πατρίδος ὁρῶντες τοὺς προαριστεύσαντας μηδενὸς γέρως τετυχηκότας. καὶ οὕτως συμβαίνει τὰς πόλεις κάμνειν μὴ ἐχούσας τοὺς προκινδυνεύοντας: — MA

τούτῳ γὰρ, φησὶ, τουτέστι τῷ Ἀχιλλεῖ, ἐξαιτησαμένῳ τὴν σὴν θυγατέρα σφάγιον συνεβούλευσα τοῖς Ἕλλησιν ἐπιδοῦναι: — M τῷ Ἀχιλλεῖ: — Mg

ἀπὸ κοινοῦ τὸ εἶπον: — Mi

† ἐν τῷδε γὰρ κάμνουσιν: ἐν τῷδε γὰρ δυστυχοῦσι καὶ ἀφανίζονται αἱ πολλαὶ πόλεις, τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας: — A