Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

παράπεισον, νουθέτησον: — Mg

ὅτι: — MgAg

ἀντὶ τοῦ νέμεσις. διαφέρει γὰρ νέμεσις φθόνου. νεμεσῶσι μὲν γὰρ οἱ δίκαιοι τοῖς ἀναξίως εὐτυχοῦσι, φθονοῦνται δὲ οἱ καλοί. νεμεσήσειαν ἂν ὑμῖν οἱ θεοὶ εἴγε ἃς πρότερον τοῖς βωμοῖς τῶν θεῶν προσφυγούσας ἀποσπάσαντες οὐκ ἐκτείνατε εἰς τιμὴν θεῶν, νῦν ἀνδρὶ χαριζόμενοι φονεύσετε: — MA

ἄλλως: φθόνος νέμεσις. σημειωτέον δὲ ὅτι τὸν φθόνον νῦν ἐπὶ τοῦ μώμου τίθησιν, ὡς ἐν Θησεῖ [frg. 391] καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω: — MA

ἀντὶ τοῦ μέμψις: — MgAg