Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ μιᾷ γνώμῃ προσετέθη. στρατιὰ δέ ἐστι τὸ ἄθροισμα τῶν στρατιωτῶν, στρατεία δὲ αὐτὸς ὁ πόλεμος καὶ ἡ ἐν πολέμῳ ⟨παρά⟩ταξις: — MA

ὡς ἀπέβησαν ἀπὸ τῶν πεδίων τῆς Τροίας οἱ Δαναοὶ ἀχάριστοι τοῖς Δαναοῖς τοῖς τεθνηκόσιν ⟨ὑπὲρ τῶν⟩ Ἑλλήνων [ἐγένοντο], ὅ ἐστιν· ἀχάριστοι οἱ Ἕλληνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν Ἕλληνας: — M

τοῖς τεθνηκόσιν: — MgAg

† οὐχ ἁπλῶς λέγει τῶν ἀποθανόντων καὶ ἐν Ἅίδου ὄντων, ἀλλὰ τῶν Ἑλλήνων τῶν ἐν τῇ Τροίᾳ ἐν τῷ ἀριστεύειν καὶ τῶν ἄλλων προμάχεσθαι ἀναιρεθέντων. ἀχάριστοι δὲ οἱ Ἑλλήνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν ἐν Ἰλίῳ Ἕλληνας. ἢ λίαν ἀχάριστοι οἱ ἐν Ἰλίῳ Ἕλληνες τοῖς τεθνηκόσιν: — A

ὅσον οὐκ ἤδη: ὅσον οὐδέπω, μετ’ οὐ πολὺ, σφόδρα ταχέως: — M

† ὅσον οὐκ ἤδη: οὐδαμῶς ἐπὶ πολὺν χρόνον, ἀλλὰ ἐπ’ ὀλίγον, τουτέστι παραυτίκα καὶ παραχρῆμα καὶ ταχέως: — A