Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πρὸς τὸν Ἀγαμέμνονα ὁ λόγος, ἀντὶ τοῦ· καὶ σὲ, ὦ Ἀγάμεμνον: — Mg

οἱ νεώτεροι μὴ νοήσαντες τὸ παρ’ Ὁμήρῳ [δ 535] δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ ἀντὶ τοῦ· ὃν ἔδει μετὰ τοὺς πόνους ἀπολαύσεως τυχεῖν, τοῦτον ὡς βοῦν ἀπέκτεινεν ἡ Κλυταιμνήστρα, προσέθηκαν ὅτι καὶ πελέκει ἀνῃρέθη. διὸ σημειωτέον ἐνταῦθα τὸ καὐτὸν τοῦτον πέλεκυν ἐξάρασ’ ἄνω: — MAB