Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δισσῶν μύθων ῥήτορες: οἱ δύο λέγοντες καὶ ῥητορεύοντες εἰς ταὐτὸ συνέτρεχον μίαν γνώμην ἔχοντες: — MA

† οἱ μὲν λόγοι δύο ἦσαν τῷ αὐτοὺς δύο εἶναι, ἡ γνώμη δὲ μία: — AAg

τιμᾶν, ἀπὸ μεταφορᾶς τῶν νικώντων, στεφανουμένων μετὰ τιμῆς: — M

νέας παιδὸς αἵματι. ἢ ὑγρῷ, τῷ καὶ τὰ χλωρὰ φυτὰ ὑγρὰ εἶναι. τινὲς δὲ νέῳ: — M

ἔλεγον δὲ τὰ τῆς Κασάνδρας λέκτρα οὐκ ὀφείλειν προκριθῆναι τῆς Ἀχιλλέως ἀρετῆς. ὁ γὰρ Ἀγαμέμνων εἰς τιμὴν Κασάνδρας συνεμάχει Πολυξένῃ: — MA

† σπουδαὶ δὲ λόγων κατατεινομένων: λόγων δὲ λεγομένων ἡ αὐτὴ καὶ μία γνώμη ἐπεκράτει καὶ ἀπόφασις κατὰ τῆς σῆς παιδὸς οὐκ ἐδίδοτο, ἕως ὁ τὰ πρὸς χάριν τοῦ δήμου λέγων Ὀδυσσεὺς ἀνέστη καὶ πείθει τὸν στρατὸν μὴ ἀπωθεῖν τὸν ἄριστον τῶν Ἑλλήνων πάντων ἕνεκα τῶν δούλων σφαγίων. ἔλεγε γὰρ· μὴ γένοιτό τινα ἀπὸ τῶν σφαγέντων Ἑλλήνων σταθῆναι ἔμπροσθεν τῆς Περσεφόνης καὶ εἰπεῖν ὡς ἀχάριστοι εἰς ἡμᾶς τοὺς σφαγέντας ἕνεκα τῶν Ἑλλήνων ἐφάνησαν οἱ Ἕλληνες μὴ τιμήσαντες ἡμᾶς, ἀλλ’ ἀγεράστους ἡμᾶς καταλείψαντες εἰς Ἑλλάδα ἀπέρχονται: — A