Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† δόξα δ’ ἐχώρει: θέλ⟨ει εἰπεῖν· δόξα⟩ διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμώμενος: — A

δοκοῦντος: — Mg

ἦν δὲ ὁ Ἀγαμέμνων εἰς τὸ σὸν συμφέρον σπεύδων διὰ τὸ τιμᾶν αὐτὸν τὰ λέκτρα τῆς Κασάνδρας: — MA

χαριζόμενος τῇ Κασάνδρᾳ διὰ τὴν πρὸς αὐτὴν κοινωνίαν ὁ Ἀγαμέμνων οὐκ ἐβούλετο σφαγῆναι τὴν Πολυξένην: — MA