Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† πολλαὶ δὲ χεῖρες: οὕτω συντακτέον· πολλαὶ δὲ Τρώων κόραι ὥσπερ δὴ παρὰ φίλον θάκουν αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δὲ ἔνθεν,

ἔχουσαι χερσὶ κερκίδ’ Ἠδωνῆς χερὸς, ἀντὶ τοῦ· κατέχουσαι ταῖς χερσὶ τὸ ἱμάτιον τὸ ἐκ Θρᾳκικῆς χειρὸς ὑφανθέν: — A

† εἰς τὸ αὐτὸ ἐξήγησις: εἰσελθόντος τοῦ Πολυμήστορος μετὰ τῆς Ἑκάβης εἰς τὰς σκηνὰς καὶ καθεσθέντος προσῆλθον αὐτῷ αἵ εἶχον συμβουλὴν μετὰ τῆς Ἑκάβης αὐτὸν τυφλῶσαι αἰχμαλωτίδες καὶ αἱ μὲν ἐξ ἀριστερῶν αὐτοῦ ἐκάθισαν, αἱ δὲ ἐκ δεξιῶν ὥσπερ παρὰ φίλον Τρώων κόραι καὶ τοὺς αὐτοῦ πέπλους εἰληφυῖαι καὶ αἴρουσαι πρὸς τὰς τοῦ ἡλίου αὐγὰς ἐπῄνουν αὐτοὺς τοῦτο μὲν ὡς λαμπροὺς, τοῦτο δὲ ὡς ἐπιστημόνως κατεσκευασμένους. πᾶς γὰρ ὁ μέλλων ἀκριβῶς σκοπῆσαι πέπλον εἰ καλός ἐστι πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας τοῦτον ὁρᾷ, καὶ αὗται δὲ πάστριαι οὖσαι ἐθαύμαζον αὐτόν. τοῦτο δὲ ἐποίουν ὅπως συλλήψωνται αὐτοῦ τὰς χεῖρας. καὶ αἱ μὲν ἐποίουν οὕτως, ἄλλαι δὲ τὸ ἀκόντιον αὐτοῦ ἐθαύμαζον καὶ ἑτέρα τῇ ἑτέρᾳ τοῦτο παρεχόμεναι εἰσήγαγον καὶ αὐτὸ εἰς τὴν ἔσωθεν σκηνήν. τοῦτο δὲ ἐποίουν, ὅπως ἔρημος γενόμενος παντὸς ξίφους συντόμως κατεργασθῇ. διηγεῖται δὲ ταῦτα ὁ Πολυμήστωρ τὸν δόλον αὐτῶν ἐκφαίνων καὶ πῶς αὐτὸν ἠπάτησαν: — A

ἀντὶ τοῦ γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ τοίην γὰρ κεφαλήν [α 343] ἀντὶ τοῦ τοιοῦτον ἄνδρα: — MAB