Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἡσίοδος [opp. 417]· Σείριος ὁ Ἥλιος. νῦν δὲ τὸν ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστέρα φησὶν ἀκολούθως Ὁμήρῳ [Χ 26 sq.]· ὅλον δὲ τὸ ἄστρον κύων λέγεται, ὅπερ ἐκ πολλῶν ἀστέρων σύγκειται, ὁ δὲ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ Σείριος λέγεται: — MAB

† ἐπὶ τοῦτο⟨ν⟩ δὲ, φησὶ Πολυμήστωρ, τὸν ἀστέρα ἀνέλθω ἀναπετασθεὶς ἢ εἰς τὸν αἰθέρα. τοιαῦτα δὲ οἱ δυσανασχετοῦντες καὶ μὴ δυνάμενοι ὑπο⟨μένειν⟩ ἐν θλίψεσι φθέγγονται. σημείωσαι δὲ ὅτι δοκεῖ ὁ Σείριος οὗτος ἀστὴρ λαμπρότερος ἐνὼν τῷ κυνί: — A