Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λαθραίαν, ὡς ἡρέμα βαδιζουσῶν αὐτῶν: — M

† σίγα κρυπτὰν βάσιν αἰσθ⟨άνομαι⟩: . . . ἑαυτόν φησιν ὁ Πολυμήστωρ ὥσπερ αὐτὸς ἑαυτὸν παρορμῶν ἐπὶ δρόμον καὶ κτύπου τινὸς αἰσθανόμενος λαθραίου, ὡς ἠρέμα βαδιζουσῶν αὐτῶν: — A

ὡς θὴρ ταύτας καταθοινώμενος: — MiAgB

† θοίναν ἀγρίων θηρῶν: ποῦ, φησὶ, κινήσας τὸν πόδα

κατάσχω ταύτας, δηλονότι τὰς μετὰ τῆς Ἑκάβης αἰχμαλώτους γυναῖκας, καὶ καταφάγω [καὶ] τὰς σάρκας καὶ τὰ ὀστᾶ τούτων θοίναν, ἤγουν εὐωχίαν καὶ τράπεζαν, ἀγρίων θηρίων ποιούμενος, τουτέστιν· ὡς ἄγριος θὴρ αὐτὰς θοινώμενος, ἤγουν ἐσθίων ἀφειδῶς. τὸ δὲ ἀρνύμενος ἀντὶ τοῦ ποιούμενος καὶ ὥσπερ ἀποδιδοὺς, ἢ μᾶλλον ἀπολαμβάνων καὶ ἔχων καὶ κρατῶν βλάβην ἀντίποινον τῆς ἐμῆς λύμης: — A