Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δ’ ἐλισσόμην: ταῦτα, φησὶν, ἔλεγον αὐτῷ ὅτι παραχώρησόν μοι τὴν παῖδα, ἐπεὶ οὐκ ἄλλοθεν γυναῖκα προσδοκῶ λαβεῖν ἢ παρὰ συγγενῶν, φυγὰς ὤν: — MNOA

τὸν τῆς μανίας δαίμονά φησιν: — MiNO

γήμαιμ’ ἀπ’ ἀνδρῶν: ἐκτὸς τοῦ γένους, τουτέστι ξένην: — NOA

ἔκτοθεν ⟨δ’⟩ οὐ ῥᾳδίως: καὶ γὰρ ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι’ [Soph. frg. 667], τὸ δὲ συγγενὲς κατὰ φυσικὴν ἀνάγκην φίλον, ὡς καὶ ἐν Δυσκόλῳ φησὶν ὁ Μένανδρος [frg. 135]· οὐκ ἔνεστ’ ἴσως φυγεῖν οἰκειότητα, δᾶερ: — MNOA

ἄλλως: τὸ ἑξῆς· ὡς φίλων μὲν ἂν γήμαιμ’ ἀπ’ ἀνδρῶ φεύγων ἀπ’ οἴκων ἅς ἐγὼ φεύγω φυγάς: — MNOA