Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἠπάτησαν ἀνεπτέρωσαν, τουτέστιν ἐπῆράν με καὶ ὥσπερ ἐπαφῆκάν με ταύτῃ: — MgNOA

βλέπουσαν αὐγάς: ἀντὶ τοῦ βλεπούσης, σημαίνει δὲ τὸ ζώσης. ἢ οὕτως· οὐκ ἄν με ζῶσαν ἐκληρονόμει: — MNOA

ἐξηνεμώθην μωρίᾳ: ἀνεπτερώθην ἀνεκουφίσθην ὑψώθην ἐπήρθην: — MNOA

τί γάρ μ’ ἐχρῆν: τί γὰρ ἐφύλαττον τὸν ἄνδρα μου ἑτέρᾳ μὴ συνελθεῖν γυναικὶ, ἔχουσα παρ’ αὐτοῦ τὰ ἐπιτήδεια: — MNOA

ἡ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει: ἡ δ’ ἁμαρτοῦσα ἀνδρὸς, ὅ ἐστι διαζευχθεῖσα, συννοσεῖν ἀνανδρίαν αὑτῇ βούλεται καὶ τὰς ἄλλας: — MNOA