Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἰλιάδα τε πόλιν: οἱ μὲν πλείους Τελαμῶνά φασι συστρατεῦσαι τῷ Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον, ὁ δὲ Πίνδαρος καὶ Πηλέα, παρ’ οὗ ἔοικε τὴν ἱστορίαν Εὐριπίδης λαβεῖν. λέγει δὲ ὁ Πίνδαρος οὕτως [frg. 172]·

Πηλέος ἀντιθέου μόχθοις νεότας ἐπέλαμψε μυρίοις. πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ Τρώιον ἄμ πεδίον καὶ μετὰ ζωστῆρας Ἀμαζόνος ἦλθε καὶ τὸν Ἰάσονος εὔδοξον πλόον ἐκτελέσας εἶλε Μήδειαν ἐν Κόλχων δόμοις: — MA