Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον: τοῦτο πρὸς τὴν

Ἀνδρομάχην ὅτι δικαίαν καὶ ἔνδοξον κατὰ τῆς Ἑρμιόνης ἀπηνέγκατο νίκην οὐδὲν αὐτὴν ἀδικήσασα. ἡ μέντοι Ἑρμιόνη, εἰ ἐφόνευσεν αὐτὴν, ὥσπερ προέθετο, κακὴν καὶ ἄδοξον νίκην ⟨ἄν⟩ ἀπεφέρετο, ἥτις δυνάμει καὶ τυραννίδι σφάλλει τὸ δίκαιον, ἀντὶ τοῦ λύει: — MNOA.

κρεῖσσον δὲ νίκαν: κρεῖσσον, φησὶ, μετὰ δικαιοσύνης νικᾶν ὡς ἡ Ἀνδρομάχη παρ’ ὅ μετὰ φθόνου καὶ δυναστείας, ὡς ἡ Ἑρμιόνη ἐβούλετο: — A