Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἣ πρὸ τοῦ μὲν ἦν φίλη: ἔνιοί φασι ⟨τὸν ποιητὴν⟩ παρὰ τοὺς χρόνους αἰνίττεσθαι τὰ Πελοποννησιακά. οὐκ ἀναγκαῖον δὲ
κατασυκοφαντεῖν τὸν Εὐριπίδην, ἀλλὰ φάσκειν πλάσματι κεχρῆσθαι: — MNOAσώφρων καθ’ ἡμᾶς: τὸ σῶφρον καὶ παρ’ ἡμῶν ἀντιλάβῃ, καὶ ἀμειφθήσεται σωφρόνως καὶ πρεπόντως. εἰ δὲ θυμὸν ἐνδείξεται καθ’ ἡμῶν, καὶ ἡμᾶς θυμουμένους ἐφεύρῃ: — A
ἀντὶ τοῦ· σύμφωνα οἷς ποιεῖ: — Mg
σκιὰ γὰρ ἀντίστοιχος: ἡ ἀντικειμένη τοῖς σώμασιν. ἡ ὁμοία τινί ἀντὶ τοῦ ἴση: — MNOA
ἄλλως: ἀντικειμένη τοῖς σώμασιν. ἐπὶ γὰρ τῶν ἐχόντων σκιὰν ἀεὶ ἡ σκιὰ ἀντικρὺ πίπτει τοῦ σώματος ὅπου ἂν καὶ πέσῃ: — A