Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ πᾶσιν ἀνθρώποισιν: ταῦτα ἐπὶ τῷ Ἀνδρομάχης προσχήματί φησιν Εὐριπίδης λοιδορούμενος τοῖς Σπαρτιάταις διὰ τὸν ἐνεστῶτα πόλεμον. καὶ γὰρ δὴ καὶ παρεσπονδήκεσαν πρὸς Ἀθηναίους, καθάπερ οἱ περὶ τὸν Φιλόχορον [frg. 169a] ἀναγράφουσιν. εἰλικρινῶς δὲ τοὺς τοῦ δράματος χρόνους οὐκ ἔστι λαβεῖν· οὐ δεδίδακται γὰρ Ἀθήνησιν. ὁ δὲ Καλλίμαχος [frg. 100d, 26] ἐπιγραφῆναί φησι τῇ τραγῳδίᾳ Δημοκράτην. ἑξῆς δὲ αὐτοὺς εἴς τε τὰ ἄλλα καὶ φιλοχρηματίαν κακῶς λέγει. καὶ Ἀριστοτέλης δὲ τοῦτο ἱστορεῖ ἐν τῇ τῶν Λακώνων

πολιτείᾳ [frg. 544] καὶ τὸ ὑπὸ θεοῦ αὐτοματισθὲν προστίθησιν ἔπος ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δέ γ’ οὐδέν’. φαίνεται δὲ γεγραμμένον τὸ δρᾶμα ἐν ἀρχαῖς τοῦ Πελοποννησιακοῦ πολέμου: — MNOA