Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀτὰρ τί ταῦτ’ ὀδύρομαι: ἐπεὶ εἶπεν τί δέ με καὶ τεκεῖν ἐχρῆν ὡς ἐπιλαβομένη ἑαυτῆς ἐπήγαγεν ἀτὰρ τί ταῦτ’ ὀδύρομαι μικρὰ ὄντα πρὸς σύγκρισιν τῶν παρελθόντων, τῆς τε σφαγῆς Ἕκτορος καὶ τῆς Ἰλίου ἁλώσεως καὶ τοῦ αἰχμάλωτον αὐτὴν ληφθῆναι. τὰ ἐν

ποσὶν οὖν τὰ περιέχοντα. ὁ δὲ νοῦς οὕτως· περιττὸν ὅλως τὸ θρηνεῖν· βέλτιον γὰρ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: — NOA

ἄλλως: ἀτὰρ τί ταῦτ’ ὀδύρομαι: τὰ κατὰ τὴν πατρίδα καὶ τὴν ἐκ πολεμίου παιδοποιΐαν τί ὀδύρομαι λόγοις, ἥτις τούτων τὸ δεινὸν αὐταῖς ὄψεσιν προεθεώρησα, σφαγὰς Ἕκτορος, Ἴλιον πυρπολούμενον, τὴν πεῖραν τῆς αἰχμαλωσίας, τὰ δὲ πλησίον ὄντα κακὰ οὐ δακρύω οὐδὲ ἀναζητῶ; λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου. ἀρχὴν δὲ ποιεῖται τοῦ θρηνεῖν τῷ τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ: — MNOA

τὰ πλησίον, τὰ νῦν με. περιέχοντα κακά. λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου: — M