Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τοῦτ’ ἔσθ’ ἑκάστῳ: δοκεῖ ἐνταῦθα εὐτελίζων τὸ τῆς Τροίας κατόρθωμα ἐναντιοῦσθαι τῷ ἑξῆς· φησὶ γὰρ [540]· ἐπεὶ πλεῖστον ἀναλώσας ψυχῆς μόριον Τροίαν εἷλον καὶ μητέρα σήν. ἔστιν οὖν ὁ νοῦς οὕτως· καλῶς ἐγίνωσκον ὅτι ἑκάστῳ ἀνδρὶ ἡ κατεπείγουσα χρεία τιμιωτέρα νομίζεται τοῦ πορθῆσαι τὴν Τροίαν, οὕτως καὶ νῦν ἐμοὶ πολὺ μεῖζον φαίνεται τὸ βοηθῆσαι τῇ θυγατρί μου μᾶλλον ἢ τὸ πορθῆσαι τὴν Τροίαν, ἀντὶ τοῦ· ἀναγκαιότερον τοῦτο ἡγοῦμαι ἢ ἐκεῖνο. μὴ οὖν διὰ τοῦτο κρῖνε ἐμὲ ἀνάξιον τῆς Τροίας, ὅτι συναγωνίζομαι τῇ θυγατρί μου: — MNOA

ἄλλως: κἀκεῖνοι γὰρ ἐπεθύμουν πορθῆσαι τὴν Τροίαν καὶ τοῦτο αὐτοῖς ἐφάνη μεῖζον· καὶ νῦν ἐμοὶ τὸ προκείμενον πρᾶγμα μεῖζον ἤπερ ἡ Τροία: — MNOA