Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μὴ τῷ φιλεῖν τὸν ἄνδρα ζήτει νικᾶν τὴν μητέρα: — MiO

τῇ περὶ τοὺς ἄνδρας σπουδῇ· λέγοι δὲ ἂν Θησέα καὶ Μενέλαον καὶ Ἀλέξανδρον καὶ Δηίφοβον. ἔσχεν δὲ μετὰ θάνατον ἢ ἐν ὀνείρῳ Ἀχιλλέα, ὡς καὶ Λυκόφρων [143]· τῆς πενταλέκτρου θυάδος Πλευρωνίας. ἢ κατ’ εἰρωνείαν λέγει, ἀντὶ τοῦ μισανδρίᾳ. κἀκείνη γὰρ δοκοῦσα φιλεῖν τὸν Μενέλαον, ὕστερον αὐτὸν καταλέλοιπεν. ὅρα οὖν καὶ σὺ μὴ νῦν δοκοῦσα φίλτρῳ ζηλοτυπεῖν τὸν ἄνδρα, ἐξαίφνης αὐτὸν καταλείπῃς. παρὰ τὰ πρόσωπα δὲ καὶ τοὺς καιροὺς ταῦτα· πῶς γὰρ οὐκ ἔμελλεν εἰς ὀργὴν καταστῆσαι τὴν Ἑρμιόνην κατὰ τῆς μητρὸς δυσφημοῦσα: — MOA