Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ· πλουτεῖν λέγεις ἐν τοῖς πλοῦτον μὴ ἔχουσιν· ἐπεὶ ἡ Ἑρμιόνη ἔλεξεν ἀνωτέρω [147] τὸν κόσμον καὶ τὴν ἐσθῆτα μὴ ἐκ τοῦ Πηλέως ἔχειν, ἀλλὰ παρὰ τοῦ πατρός. τοῦτο δὲ ἦν ὀνειδίζειν εἰς πενίαν τὸν ἄνδρα: — MA

ἄλλως: ἐν μὴ πλουτοῦντι, τῷ Νεοπτολέμῳ. τοῦτο τείνει πρὸς τὰ ἀνωτέρω ῥηθέντα κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς: — A