Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γνῶθι δ’ οὖσα ἐπὶ ξένης ⟨δμωὶς⟩ ἐπ’ ἀλλοτρίας πόλεως: ἐπὶ ξένης εἰσὶν οἱ τὴν πατρίδα ἐάσαντες καὶ ἄλλης πόλεως ἐπιβαίνοντες, ἑκατέρων μέντοι τῶν πόλεων ὑπὸ ἑνὸς βασιλευομένων, ὡς οἱ ἐκ Φαρσαλίας εἰς Φθίαν μεταβαίνοντες· ἄμφω γὰρ αἱ πόλεις ὑπὸ Πηλέα ἦσαν· ἐπ’ ἀλλοτρίας δέ εἰσιν οἱ ἄλλων πόλεων ἐπιβαίνοντες ὑπὸ διαφόρων βασιλευομένων, ὡς οἱ ἐκ Φθίας εἰς Λακεδαίμονα ἀπιόντες.

ἡ μὲν γὰρ ὑπὸ Πηλέα, ἡ δὲ ὑπὸ Μενέλαον. οἱ οὖν ἐπ’ ἀλλοτρίας πόλεως ὄντες πάντως καὶ ⟨ἐπὶ⟩ ξένης, οὐκέτι δὲ οἱ ἐπὶ ξένης ἐπ’ ἀλλοτρίας. σὺ οὖν, φησὶν, ὦ Ἀνδρομάχη, καὶ ἐπὶ ξένης καὶ ἐπ’ ἀλλοτρίας· ἐκ βαρβάρων γὰρ εἰς Ἕλληνας ἦλθες: — MOA

οἰκτροτάτα γάρ: λείπει ἡ εἰς, οἷον· οἰκτροτάτη οὖσα ἦλθες εἰς τοὺς ἐμοὺς δόμους. ἐπειδὴ εἶπεν ὦ δυστυχεστάτα παντάλαινα νύμφα, ἐπήγαγεν οἰκτροτάτη γάρ, ἀντὶ τοῦ· εἰκότως γὰρ σὲ δυστυχεστάτην εἶπον, διότι οἰκτρὰ καὶ ἐλέους ἄξια παθοῦσα τῇ Θεσσαλίᾳ ἐπέβης. ἢ οὕτως· οἰκτείρω γὰρ σὲ ἀκριβῶς δεινὰ πάσχουσαν, καὶ ἡ ἄφιξίς σου ἡ ἐνταῦθα ἐμοὶ μὲν λύπης πρόξενος γέγονεν: — MOA