Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καὶ τὸν ἐμὸν μελέας πόσιν: ἀπὸ κοινοῦ τὸ εἷλε, καὶ ἔστι τὸ μὲν ἀντὶ τοῦ ἐπόρθησεν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἀνεῖλεν. εἴρηται δὲ Ὁμηρικῷ ζήλῳ ὡς τὸ [Λ 328] ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω. καὶ Πίνδαρος δὲ ἐχρήσατο ἐν τῷ [Ol. 1, 91] ἕλε δ’ Οἰνομάου βίαν παρθένον τε σύνευνον: — MNOA

τὸν περὶ τείχη: παρὰ τὴν ἱστορίαν· τρὶς γὰρ περὶ τὸ τεῖχος ἐδιώχθη ὑπὸ Ἀχιλλέως ὁ Ἕκτωρ [Χ 208], νεκρὸς δὲ περὶ τὸ Πατρόκλου σῆμα τρὶς ἐσύρη [Ω 16]: — MNOA

παρὰ τὴν ἱστορίαν τοῦτο λέγει. ἐδίωξεν γὰρ αὐτὸν τρὶς περὶ τὸ τεῖχος, περὶ δὲ τὸν τάφον τοῦ Πατρόκλου νεκρὸν ⟨τρὶς⟩ ἔσυρεν ὁ Ἀχιλλεύς: — M