Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ δαῖμον, ὦ Φοῖβε: τὸ ὦ δαῖμον ὁ χορὸς θαυμάζων ἀνεφώνησεν εἰ Ἀπόλλων τοῦτο προσέταξεν: — MNOA

πῶς πείθομαι τοῦτο εἰρῆσθαι παρὰ σοῦ: — MNOAg

πολλαὶ δ’ ἀν’ Ἑλλάνων: ἴδοις ἄν, φησὶ, κατὰ τὴν Ἑλλάδα συνεχεῖς θρήνους γινομένους περὶ τῶν κατὰ τὴν Ἴλιον ἀπολωλότων. θέλει δὲ εἰπεῖν ὅτι μία πρόφασις ὀλέθρου γέγονεν [αἰτία] Ἕλλησί τε καὶ βαρβάροις: — MNOA

ἀνὰ τὰς ἀγορὰς τῶν Ἑλλήνων: — NO