Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἰλίῳ αἰπεινᾷ Πάρις: μονῳδία ἐστὶν ᾠδὴ ἑνὸς προσώπου θρηνοῦντος· ὥστ’ οὔτε τὸ [1] Ἀσιάτιδος γῆς σχῆμα μονῳδία ἐστί· τραγῳδεῖ γὰρ καὶ οὐκ ᾄδει· οὔτε τὰ ἐν Θεοφορουμένῃ [FCG III p. 63] ᾀδόμενα· οὐ θρηνεῖ γάρ: — MNOA

ἄλλως: ἐν τῇ Ἰλίῳ τῇ ὑψηλῇ ἠγάγετο εἰς θαλάμους καὶ εὐνὴν νυμφευτικὴν τὴν Ἑλένην ὁ Πάρις, οὐ γάμον, ἐπαγόμενος δηλονότι, ἀλλά τινα βλάβην: — A

τὸ μέτρον ἐξ ἐλεγείων· τοῖς γὰρ ἐλεγείοις οὐ μόνον ἐπὶ θρήνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων ἐχρῶντο: — MiNgA