Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἄπόλλων ᾐτήσατο παρὰ τῶν Μοιρῶν ὅπως ὁ Ἄδμητος, τελευτᾶν μέλλων, παράσχῃ τὸν ὑπὲρ ἑαυτοῦ ἑκόντα τεθνηξόμενον, ἵνα ἴσον τῷ προτέρῳ χρόνον ζήσῃ. καὶ δὴ Ἄλκηστις ἡ γυνὴ τοῦ Ἀδμήτου ἐπέδωκεν ἑαυτὴν, οὐδετέρου τῶν γονέων θελήσαντος ὑπὲρ τοῦ παιδὸς ἀποθανεῖν. μετ’ οὐ πολὺ δὲ ταύτης τῆς συμφορᾶς γενομένης Ἡρακλῆς παραγενόμενος καὶ μαθὼν παρά τινος θεράποντος τὰ περὶ τὴν Ἄλκηστιν ἐπορεύθη ἐπὶ τὸν τάφον καὶ τὸν Θάνατον ἀποστῆναι ποιήσας, ἐσθῆτι καλύπτει τὴν γυναῖκα· τὸν δὲ Ἄδμητον ἠξίου λαβόντα αὐτὴν τηρεῖν· εἰληφέναι γὰρ αὐτὴν πάλης ἆθλον ἔλεγε. μὴ βουλομένου δὲ ἐκείνου, ἔδειξεν ἣν ἐπένθει: — AB

Ἄλκηστις, ἡ Πελίου θυγάτηρ, ὑπομείνασα ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς τελευτῆσαι, Ἡρακλέους ἐπιδημήσαντος ἐν τῇ Θετταλίᾳ διασῴζεται, βιασαμένου τοὺς χθονίους θεοὺς καὶ ἀφελομένου τὴν γυναῖκα. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιία.

τὸ δρᾶμα ἐποιήθη ̄ι ̄ζ. ἐδιδάχθη ἐπὶ Γλαυκίνου ἄρχοντος ὀλ⟨υμπιάδος ̄π ̄ε ἔτει ̄β⟩. πρῶτος ἦν Σοφοκλῆς, δεύτερος Εὐριπίδης Κρήσσαις

Ἀλκμέωνι τῷ διὰ Ψωφῖδος Τηλέφῳ Ἀλκήστιδι. εἰσιδ * ἐχορήγει. τὸ δὲ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν.

ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φεραῖς. μιᾷ πόλει τῆς Θετταλίας· ὁ δὲ χορὸς συνέστηκεν ἔκ τινων πρεσβυτῶν ἐντοπίων, οἳ [καὶ] παραγίνονται συμπαθήσοντες ταῖς Ἀλκήστιδος συμφοραῖς. προλογίζει δὲ Ἀπόλλων: — AB

τὸ δὲ δρᾶμά ἐστι σατυρικώτερον ὅτι εἰς χαρὰν καὶ ἡδονὴν καταστρέφει [παρὰ τοῖς τραγικοῖς] ⟨καὶ⟩ ἐκβάλλεται ὡς ἀνοίκεια τῆς τραγικῆς ποιήσεως ὅ τε Ὀρέστης καὶ ἡ Ἄλκηστις, ὡς ἐκ συμφορᾶς μὲν ἀρχόμενα, εἰς εὐδαιμονίαν ⟨δὲ⟩ καὶ χαρὰν λήξαντα, ⟨ἅ⟩ ἐστι μᾶλλον κωμῳδίας ἐχόμενα. ⟨πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τραγικοῖς⟩: — A