Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

88. Ἐν ὧ ἄρα p. 60,24 rec. bδιὰ τὸ καθʼ ἕν σημεῖον τὸ Ε συναπτόμενον τῶν ΕΘ, ΕΓ περιφερειῶν φερομένης τῆς ΕΘ περιφερείας πάντως συμφέρεσθαι καὶ τὴν ΓΕ περιφέρειαν συνημμένην τῇ ΕΘ καὶ τὰ Θ, Γ σημεῖα, ἐπὶ τοῦ ὁρίζοντος εἶναι.

89. Σαφεστέρα ἡ β ἔκδοσις, ἥτις κεῖται μετὰ γ φύλλα.

90. Ἔσφαλται.1)

91. Ἔσφαλται ἡ καταγραφή. ὅπου γὰρ τὸ Α κεῖται, ὀφείλει κεῖσθαι τὸ Β, καὶ ὅπου τὸ Β, τὸ Α· ἔνθα τε κεῖται τὸ Γ ὀφείλει κεῖσθαι τὸ ∠, καὶ ἔνθα τὸ ∠, τὸ Γ. καὶ οὕτως ὁ τῶν ζῳδίων κύκλος θέσιν ἔχειν τὴν Β∠. ὅτε γὰρ ἀνατεταλμένον ἐστὶ τὸ μετὰ τὸν Καρκίνον ἡμικύκλιον, ὀφείλει κεῖσθαι ὡς τὰ δυτικῶν ἐν τοῖς ἀνατολικοῖς, καὶ οὕτως ἀσφαλτὸν τὴν καταγραφὴν γενέσθαι.